Prayer of Manasseh 1

Study

   

1a προσευχὴ μανασση

1 κύριε παντοκράτωρ ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ αβρααμ καὶ ισαακ καὶ ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου

2 ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν

3 ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου

4 ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου

5 ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου

6 ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου

7 ὅτι σὺ εἶ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων

8 σὺ οὖν κύριε ὁ θεὸς τῶν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τῷ αβρααμ καὶ ισαακ καὶ ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ' ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ

9 διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου

10 κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα

11 καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος

12 ἡμάρτηκα κύριε ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω

13 αἰτοῦμαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς ὅτι σὺ εἶ κύριε ὁ θεὸς τῶν μετανοούντων

14 καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου

15 καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας αμην