13
καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν ἀρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν ιουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου ὅς ἐστιν αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν
13a
τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας ἀρταξέρξης τοῖς ἀπὸ τῆς ἰνδικῆς ἕως τῆς αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει
13b
πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην
13c
πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ' ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος αμαν
13d
ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ' ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν
13e
διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν
13f
προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς αδαρ τοῦ ἐνεστῶτος ἔτους
13g
ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα