1
καὶ ἐκάλεσεν τωβιας τὸν ραφαηλ καὶ εἶπεν αὐτῷ
2
αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν ῥάγοις τῆς μηδίας παρὰ γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον
3
διότι ὀμώμοκεν ραγουηλ μὴ ἐξελθεῖν με
4
καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν
5
καὶ ἐπορεύθη ραφαηλ καὶ ηὐλίσθη παρὰ γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ
6
καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν τωβιας τὴν γυναῖκα αὐτοῦ